Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.29 Dem. 30.32 (English) >>Dem. 30.35

30.31ἐμοὶ τοίνυν τοσούτων ὑπαρχόντων τεκμηρίων, οὐχ ἥκιστʼ αὐτὸς ἔδειξεν Ὀνήτωρ, ὅτι οὐκ ἀληθινὴν ἐποιήσατο τὴν ἀπόλειψιν. γὰρ προσῆκεν χαλεπῶς φέρειν, εἰ τὴν προῖκα δούς, ὥς φησιν, ἀντʼ ἀργυρίου χωρίον ἀμφισβητούμενον ἀπελάμβανεν, οὗτος οὐχ ὡς διάφορος οὐδʼ ὡς ἀδικούμενος, ἀλλʼ ὡς οἰκειότατος πάντων τὴν πρὸς ἐμὲ δίκην αὐτῷ συνηγωνίζετο. κἀμὲ μὲν συναποστερῆσαι μετʼ ἐκείνου τῶν πατρῴων ἐπεχείρησεν, καθʼ ὅσον αὐτὸς οἷός τʼ ἦν, ὑφʼ οὗ κακὸν οὐδʼ ὁτιοῦν ἦν πεπονθώς· Ἀφόβῳ δʼ, ὃν ἀλλότριον εἶναι προσῆκε νομίζειν, εἴ τι τούτων ἀληθὲς ἦν ὧν νῦν λέγουσιν, καὶ τἀμὰ πρὸς τοῖς ἐκείνου περιποιεῖν ἐζήτησεν. 30.32καὶ οὐ μόνον ἐνταῦθα τοῦτʼ ἐποίησεν, ἀλλὰ καὶ κατεγνωσμένης ἤδη τῆς δίκης, ἀναβὰς ἐπὶ τὸ δικαστήριον ἐδεῖθʼ ἱκετεύων ὑπὲρ αὐτοῦ καὶ ἀντιβολῶν καὶ δάκρυσι κλάων ταλάντου τιμῆσαι, καὶ τούτου αὐτὸς ἐγίγνετʼ ἐγγυητής. καὶ ταῦθʼ ὁμολογούμενα μέν ἐστιν πολλαχόθεν (οἵ τε γὰρ ἐν τῷ δικαστηρίῳ τότε δικάζοντες καὶ τῶν ἔξωθεν παρόντων πολλοὶ συνίσασιν), ὅμως δὲ καὶ μάρτυρας ὑμῖν παρέξομαι. καί μοι λαβὲ ταύτην τὴν μαρτυρίαν.Μαρτυρία

30.33ἔτι τοίνυν, ἄνδρες δικασταί, καὶ τεκμηρίῳ μεγάλῳ γνῶναι ῥᾴδιον, ὅτι τῇ ἀληθείᾳ συνῴκει καὶ οὐδέπω καὶ τήμερον ἀπολέλοιπεν. αὕτη γὰρ γυνή, πρὶν μὲν ὡς Ἄφοβον ἐλθεῖν, μίαν ἡμέραν οὐκ ἐχήρευσεν, ἀλλὰ παρὰ ζῶντος Τιμοκράτους ἐκείνῳ συνῴκησεν, νῦν δʼ ἐν τρισὶν ἔτεσιν ἄλλῳ συνοικοῦσʼ οὐδενὶ φαίνεται. καίτοι τῷ πιστόν, ὡς τότε μέν, ἵνα μὴ χηρεύσειεν, παρʼ ἀνδρὸς ὡς ἄνδρʼ ἐβάδιζεν, νῦν δʼ, εἴπερ ὡς ἀληθῶς ἀπολέλοιπεν, τοσοῦτον ἂν χρόνον χηρεύουσʼ ἠνείχετʼ ἐξὸν ἄλλῳ συνοικεῖν, τοῦ τʼ ἀδελφοῦ κεκτημένου τοσαύτην οὐσίαν, αὐτή τε ταύτην ἔχουσα τὴν ἡλικίαν;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.29 Dem. 30.32 (English) >>Dem. 30.35

Powered by PhiloLogic